ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Ματθαῖον (ιϚ´ 13‐19)
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη
Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθη‐
τὰς αὐτοῦ λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρω‐
ποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Οἱ δὲ εἶπον·
Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠ‐
λίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν.
Λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;
Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· Σὺ εἶ ὁ Χρι‐
στὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ ἀποκρι‐
θεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων
Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ
σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Κἀ‐
γὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύ‐
τῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν,
καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Καὶ
δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρα‐
νῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδε‐
μένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ
τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς .