Στίχος
Εικάδα Ευφροσύνη κατά πέμπτην πότμον υπέστη.
Το θήλυ κρύπτεις ανδρικώς, Ευφροσύνη, και κρυπτά τον βλέποντα Δεσπότην βλέπεις.
Ἀπολυτίκιον
Ἐν τῇ ἀσκήσει τὸ θῆλυ ἐκάλυψας, ἐν τῇ κοιμήσει τοὺς πάντας ἐξέπληξας, Εὐφροσύνη ἀνύσασα ἀνδρικῶς, νεᾶνις οὖσα λαμπρά, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς
τῶν κινδύνων ἀπαλλάττεις τοὺς τιμῶντάς σε.
Ἕτερον Ἀπολυτίκιον Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὡς παρθένος φρόνιμη καὶ ἀδιάφθορος, κοτηγγυήθης ὁσίως τῷ Ζωοδότῃ Χριστῷ, καὶ προσκαίρων τὴν χλιδὴν ἐμφρόνως ἔλιπες, ὅθεν ἐν μέσω τῶν ἀνδρῶν,
ὡς ἀμόλυντος ἀμνάς, ἐξέλαμψας Εὐφροσύνη, καὶ τοῦ Βελίαρ τὰ κέντρα, τὴ πολιτεία σου ἀπήμβλυνας.
Ἕτερον Ἀπολυτίκιον Ἦχος πλ. δ’.
Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ᾽ εἰκόνα• λαβοῦσα γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες, ὑπερορᾷν μὲν σαρκός,
παρέρχεται γάρ• ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτoυ• διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία Εὐφροσύνη τὸ πνεῦμά σου.
Κοντάκιον Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τῆς ἄνω ζωῆς, τυχεῖν ἐπιποθήσασα, τὴν κάτω τρυφήν, σπουδαίως καταλέλοιπας, καὶ σαυτὴν ἀνέμιξας, ἀνάμεσον ἀνδρῶν παναοίδιμε• διὰ Χριστὸν γὰρ
τὸν νυμφίον σου, μνηστῆρος προσκαίρου κατεφρόνησας.
Κοντάκιον Ἦχος δ΄. Ἐπεφάνης σήμερον
Εὐφροσύνης πρόξενος, βιοτῆ σου, τοῖς ἐν κόσμω γέγονε, προτυπωθεῖσα ἐναργώς, τή φερωνύμω σου πανσεμνέ, προσηγορία, Εὐφροσύνη ἔνδοξε.
Ὁ Οἶκος
Ἐν εὐφροσύνῃ καὶ θυμηδίᾳ, τάς ψυχὰς εὐφρανθέντες, ἀναστῶμεν σπουδῇ ἀκοῦσαι λόγον παράδοξον• ὑπερβαίνει γὰρ ἔννοιαν πᾶσαν τὸ διήγημα τοῦτο
καὶ καταπλήττει, ὅτι γυνὴ ἐν μέσῳ ἀνδρῶν καταμένουσα, ἐνίκησε τὸν Βελίαρ, καὶ τὸ πῦρ κατεπάτησε τῶν ἡδονῶν, καὶ οὐκ ἐφλέχθη τὸ σύνολον• τὸν
Χριστὸν γὰρ ποθοῦσα ἡ ἄσπιλος, μνηστῆρος προσκαίρου κατεφρόνησε.
Μεγαλυνάριον.
Μνήστορα λιποῦσα τὸν γεηρόν, φαιδρῶς ἐνυμφεύθης, τῷ ὡραίῳ κάλλει Χριστῷ, δι’ ἀμέμπτου βίου, Ὁσία Εὐφροσύνη, δι’ οὗ ἀεὶ εὐφραίνεις, τοὺς σὲ γεραίροντας.